Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.14.5 | Hdt. 3.14.11 (English) | >>Hdt. 3.16.1 |
3.14.9 “δεσπότης σε Καμβύσης , Ψαμμήνιτε , εἰρωτᾷ διʼ ὅ τι δὴ τὴν μὲν θυγατέρα ὁρέων κεκακωμένην καὶ τὸν παῖδα ἐπὶ θάνατον στείχοντα οὔτε ἀνέβωσας οὔτε ἀπέκλαυσας , τὸν δὲ πτωχὸν οὐδὲν σοὶ προσήκοντα , ὡς ἄλλων πυνθάνεται , ἐτίμησας .” ὁ μὲν δὴ ταῦτα ἐπειρώτα , ὁ δʼ ἀμείβετο τοισίδε .
3.14.10 “ὦ παῖ Κύρου , τὰ μὲν οἰκήια ἦν μέζω κακὰ ἢ ὥστε ἀνακλαίειν , τὸ δὲ τοῦ ἑταίρου πένθος ἄξιον ἦν δακρύων , ὃς ἐκ πολλῶν τε καὶ εὐδαιμόνων ἐκπεσὼν ἐς πτωχηίην ἀπῖκται ἐπὶ γήραος οὐδῷ .” καὶ ταῦτα ὡς ἀπενειχθέντα ὑπὸ τούτου εὖ δοκέειν σφι εἰρῆσθαι ,
3.14.11 ὡς δὲ note λέγεται ὑπʼ Αἰγυπτίων , δακρύειν μὲν Κροῖσον (ἐτετεύχεε γὰρ καὶ οὗτος ἐπισπόμενος Καμβύσῃ ἐπʼ Αἴγυπτον ), δακρύειν δὲ Περσέων τοὺς παρεόντας · αὐτῷ τε Καμβύσῃ ἐσελθεῖν οἶκτον τινά , καὶ αὐτίκα κελεύειν τόν τέ οἱ παῖδα ἐκ τῶν ἀπολλυμένων σώζειν καὶ αὐτὸν ἐκ τοῦ προαστείου ἀναστήσαντας ἄγειν παρʼ ἑωυτόν .
ch. 15
3.15.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.14.5 | Hdt. 3.14.11 (English) | >>Hdt. 3.16.1 |